Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 51.8 Dem. 51.11 (English) >>Dem. 51.14

51.10καὶ μὴν οὐ μόνον εἰ τοῦτο ποιήσαιτε, δοκεῖτʼ ἂν ἁμαρτεῖν, ἀλλʼ εἰ μὴ καὶ κολάσαιτε τοὺς τὰ τοιαῦτα ποιοῦντας, ἔχοντες. οὐ γὰρ ἐπειδὰν ἐάσητέ τι τῶν ὑμετέρων ἀπολέσθαι, τότε χρὴ χαλεπαίνειν, ἀλλʼ ἐν τὰ μὲν ὑμέτερʼ ἐστὶν σᾶ, καθορᾶτε δὲ τοὺς ἐφεστηκότας διʼ αἰσχροκερδίαν οὐχὶ προσήκουσαν πρόνοιαν περὶ σωτηρίας αὐτῶν ποιουμένους. καὶ μηδεὶς ὑμῶν ἐπιτιμήσῃ τῷ λόγῳ, πικρὸν εἶναι νομίσας, ἀλλὰ τοῖς τὸ ἔργον αὐτὸ πεποιηκόσιν· διὰ γὰρ τούτους τοιοῦτός ἐστιν. 51.11θαυμάζω δʼ ἔγωγε, τί δή ποτε τῶν μὲν ναυτῶν τοὺς ἀπολειπομένους, ὧν τριάκοντα δραχμὰς ἕκαστος ἔχει μόνας, δοῦσι καὶ κολάζουσιν οὗτοι· τῶν δὲ τριηράρχων τοὺς μὴ συμπλέοντας, ὧν τριάκοντα μνᾶς εἰς ἔκπλουν εἴληφεν ἕκαστος, οὐ ταὐτὰ ποιεῖθʼ ὑμεῖς· ἀλλʼ ἐὰν μὲν πένης ὤν τις διʼ ἔνδειαν ἁμάρτῃ, τοῖς ἐσχάτοις ἐπιτιμίοις ἐνέξεται, ἐὰν δὲ πλούσιος ὢν διʼ αἰσχροκερδίαν ταὐτὰ ποιήσῃ, συγγνώμης τεύξεται; καὶ ποῦ τὸ πάντας ἔχειν ἴσον καὶ δημοκρατεῖσθαι φαίνεται, τοῦτον τὸν τρόπον ὑμῶν ταῦτα βραβευόντων; 51.12ἔτι τοίνυν ἔμοιγε δοκεῖ κἀκεῖνʼ ἀλόγως ἔχειν, τὸν μὲν εἰπόντα τι μὴ κατὰ τοὺς νόμους, ἐὰν ἁλῷ τὸ τρίτον, μέρος ἠτιμῶσθαι τοῦ σώματος, τοὺς δὲ μὴ λόγον, ἀλλʼ ἔργον παράνομον πεποιηκότας μηδεμίαν δοῦναι δίκην. καὶ μήν, ἄνδρες Ἀθηναῖοι, πάντες ὑμεῖς φήσετε τὸ πρὸς τὰ τοιαῦτα πράως ἔχειν προδιδάσκειν ἑτέρους ἀδικεῖν εἶναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 51.8 Dem. 51.11 (English) >>Dem. 51.14

Powered by PhiloLogic